Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.160 Dem. 24.162 (English) >>Dem. 24.165

24.161δημηγορίαν δʼ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, τὰ πομπεῖα κατακόπτειν πάλιν εἰσφέρειν τοὺς ὀφείλοντας εἰσπράττειν, αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότʼ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδʼ, εἰ μὴ τούτους ἐνόμιζʼ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δʼ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, διʼ ὧν ἠργολάβει, προσαγωγεῖ τούτῳ χρώμενος τῶν λημμάτων. 24.162καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν μετὰ τούτου, γράψας τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας καὶ τοὺς ὑπηρέτας ἀκολουθεῖν μεθʼ αὑτοῦ. εἶτʼ ἔχων τούτους ἦγʼ ἐπὶ τὰς ὑμετέρας οἰκίας, καὶ σύ, Τιμόκρατες, συνηκολούθεις μόνος τῶν συναρχόντων δέκʼ ὄντων. καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν ὡς οὐ χρῆν εἰσπράττειν τοὺς ὀφείλοντας. χρῆν γάρ. ἀλλὰ πῶς; ὡς νόμος ἀγορεύει· τῶν ἄλλων ἕνεκα· τοῦτο γάρ ἐστι δημοτικόν. οὐ γὰρ τοσοῦτον, ἄνδρες Ἀθηναῖοι, πέντε ταλάντων ὑμῖν, ὧν οὗτοι τότʼ εἰσέπραξαν, τεθέντων ὠφέλησθε, ὅσον βέβλαφθε τοιούτων ἐθῶν εἰς τὴν πολιτείαν εἰσαγομένων. 24.163εἰ γὰρ θέλετʼ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτʼ ἐν δημοκρατίᾳ ζῆν ἐν ὀλιγαρχίᾳ, τοῦτʼ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερʼ ἐν δημοκρατίᾳ. ὅτι μὲν τοίνυν τῆς ὅπου βούλεσθʼ ὀλιγαρχίας πολλῷ ἀσελγέστερα καὶ δεινότερʼ ἐποίουν οὗτοι, παραλείψω. ἀλλὰ παρʼ ἡμῖν πότε πώποτε δεινότατʼ ἐν τῇ πόλει γέγονεν;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.160 Dem. 24.162 (English) >>Dem. 24.165

Powered by PhiloLogic